..
Suche
Hinweise zum Einsatz der Google Suche
Personensuchezur unisono Personensuche
Veranstaltungssuchezur unisono Veranstaltungssuche
Katalog plus
Mailingliste

Herzliche Einladung an alle, sich für unsere Mailingliste zu registrieren. Hierdurch erhalten Sie stets aktuelle Informationen aus dem Seminar Katholische Theologie.

Zur Anmeldung

    1. Das Petrusevangelium

    1. Das Petrusevangelium

    ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΠΕΤΡΟΝΙ
    1. Τῶν δὲ Ἰουδαίων οὐδεὶϛ ἐνίψατο τὰϛ χεῖραϛ, οὐδὲ Ἡρῴδηϛ οὐδὲ εἷϛ τῶν κριτῶν αὐτοῦ· καὶ μὴ βουληθέντων νίψασθαι ἀνέστη Πειλᾶτοϛ.
    2. καὶ τότε κελεύει Ἡρῴδηϛ ὁ βασιλεὺϛ παραλημφθῆναι τὸν κύριον, εἰπὼν αὐτοῖϛ ὅτι Ὄσα ἐκέλευσα ὑμῖν ποιῆσαι αὐτῷ, ποιήσατε.
    3. Ἱστήκει δὲ ἐκεῖ Ἰωσήφ ὁ φίλοϛ Πειλάτου καὶ τοῦ κυρίου, καὶ εἰδὼϛ ὅτι σταυρίσκειν αὐτὸν μέλλουσιν, ἦλθεν πρὸϛ τὸν Πειλᾶτον καὶ ᾔτησε τὸ σῶμα τοῦ κυρίου πρὸϛ ταφήν.
    4. καὶ ὁ Πειλᾶτοϛ πέμψαϛ πρὸϛ Ἡρῴδην ᾔτησεν αὐτοῦ τὸ σῶμα,
    5. καὶ ὁ Ἡρῴδης ἔφη Ἀδελφὲ Πειλᾶτε, εἰ καὶ μή τιϛ αὐτὸν ᾐτήκει, ἡμεῖϛ αὐτὸν ἐθάπτομεν, ἐπεὶ καὶ σάββατον ἐπιφώσκει· γέγραπται γὰρ ἐν τῷ νόμῳ ἥλιον μὴ δῦναι ἐπὶ πεφονευμένῳ. ΙΙΙ. Καὶ παρέδωκεν αὐτὸν τῷ λαῷ πρὸ μιᾶϛ τῶν ἀζύμων, τῆϛ ἑορτῆϛ αὐτῶν.
    6. οἱ δὲ λαβόντεϛ τὸν κύριον ὤθουν αὐτὸν τρέχοντεϛ, καὶ ἔλεγον Σύρωμεν τὸν υἱὸν τοῦ θεοῦ, ἐξουσίαν αὐτοῦ ἐσχηκότες.
    7. καὶ πορφύραν αὐτὸν περιέβαλλον, καὶ ἐκάθισαν αὐτὸν ἐπὶ καθέδραν κρίσεωϛ, λέγοντεϛ Δικαίωϛ κρῖνε, βασιλεῦ τοῦ Ἰσραήλ.
    8. καί τιϛ αὐτῶν ἐνεγκὼν στέφανον ἀκάνθινον ἔθηκεν ἐπὶ τῆϛ κεφαλῆϛ τοῦ κυρίου·
    9. καὶ ἕτεροι ἑστῶτεϛ ἐνέπτυον αὐτοῦ ταῖϛ ὄψεσι, καὶ ἄλλοι τὰϛ σιαγόναϛ αὐτοῦ ἐράπισαν· ἕτεροι καλάμῳ ἔνυσσον αὐτὸν, καί τινεϛ, αὐτὸν ἐμάστιζον λέγοντεϛ Ταύτῃ τῇ τιμῇ τιμήσωμεν τὸν υἱὸν τοῦ θεοῦ.
    10. Καὶ ἔνεγκον δύο κακούργουϛ, καὶ ἐσταύρωσαν ἀνὰ μέσον αὐτῶν τὸν κύριον· αὐτὸϛ δὲ ἐσιώπα, ὡϛ μηδὲν πόνον ἔχων.
    11. καὶ ὅτε ὤρθωσαν τὸν σταυρόν, ἐπέγραψαν ὅτι οὗτόϛ ἐστιν ὁ βασιλεὺϛ τοῦ Ἰσραήλ.
    12. καὶ τεθεικότεϛ τὰ ἐνδύματα ἔμπροσθεν αὐτοῦ διεμερίσαντο, καὶ λαχμὸν ἔβαλον ἐπ’ αὐτοῖϛ.
    13. εἷϛ δέ τιϛ τῶν κακούργων ἐκείνων ὠνείδισεν αὐτοὺϛ λέγων Ἡμεῖϛ διὰ τὰ κακὰ ἃ ἐποιήσαμεν οὕτω πεπόνθαμεν· οὗτοϛ δὲ σωτὴρ γενόμενοϛ τῶν ἀνθρώπων τί ἠδίκησεν ὑμᾶϛ;
    14. καὶ ἀγανακτήσαντεϛ ἐπ’ αὐτῷ ἐκέλευσαν ἵνα μὴ σκελοκοπηθῇ, ὅπωϛ βασανιζόμενοϛ ἀποθάνοι.
    15. Ἦν δὲ μεσημβρία, καὶ σκότοϛ κατέσχε πᾶσαν τὴν Ἰουδαίαν· καὶ ἐθορυβοῦντο καὶ ἠγωνίων μήποτε ὁ ἥλιοϛ ἔδυ, ἐπειδὴ, ἔτι ἔζη· γέγραπται αὐτοῖϛ ἥλιον μὴ δῦναι ἐπὶ πεφονευμένῳ.
    16. καί τιϛ αὐτῶν εἶπεν Ποτίσατε αὐτὸν χολὴν μετὰ ὄξουϛ· καὶ κεράσαντεϛ ἐπότισαν.
    17. Καὶ ἐπλήρωσαν πάντα, καὶ ἐτελείωσαν κατὰ τῆϛ κεφαλῆϛ αὐτῶν τὰ ἁμαρτήματα.
    18. περιήρχοντο δὲ πολλοὶ μετὰ λύχνων, νομίζοντεϛ ὅτι νύξ ἐστιν· [τινὲϛ δὲ] ἐπέσαντο.
    19. καὶ ὁ κύριοϛ ἀνεβόησε λέγων Ἡ δύναμίϛ μου, ἡ δύναμιϛ, κατέλειψάϛ με· καὶ εἰπὼν ἀνελήφθη.
    20. καὶ αὐτῆϛ [τῆϛ] ὥραϛ διεράγη τὸ καταπέτασμα τοῦ ναοῦ τῆϛ Ἰερουσαλὴμ εἰϛ δύο.
    21. Καὶ τότε ἀπέσπασαν τοὺϛ ἥλουϛ ἀπὸ τῶν χειρῶν τοῦ κυρίου, καὶ ἔθηκαν αὐτὸν ἐπὶ τῆϛ γῆϛ· καὶ ἡ γῆ πᾶσα ἐσείσθη καὶ φόβοϛ μέγαϛ ἐγένετο.
    22. τότε ἥλιοϛ ἔλαμψε καὶ εὑρέθη ὥρα ἐνάτη.
    23. ἐχάρησαν δὲ οἱ Ἰουδαῖοι καὶ δεδώκασι τῷ Ἰωσὴφ τὸ σῶμα αὐτοῦ ἵνα αὐτὸ θάψῃ, ἐπειδὴ θεασάμενοϛ ἦν ὅσα ἀγαθὰ ἐποίησεν.
    24. λαβὼν δὲ τὸν κύριον ἔλουσε καὶ εἴλησε σινδόνι καὶ εἰσήγαγεν εἰϛ ἴδιον τάφον καλούμενον Κῆπον Ἰωσήφ.
    25. Τότε οἱ Ἰουδαῖοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἱερεῖϛ, γνόντεϛ οἷον κακὸν ἑαυτοῖϛ ἐποίησαν, ἤρξαντο κόπτεσθαι καὶ λέγειν Οὐαὶ ταῖϛ ἁμαρτίαιϛ ἡμῶν· ἤγγισεν ἡ κρίσιϛ καὶ τὸ τέλοϛ Ἰερουσαλήμ.
    26. ἐγὼ δὲ μετὰ τῶν ἑταίρων ἐλυπούμην, καὶ τετρωμένοι κατὰ διάνοιαν ἐκρυβόμεθα· ἐζητούμεθα γὰρ ὑπ’ αὐτῶν ὡϛ κακοῦργοι καὶ ὡϛ τὸν ναὸν θέλοντεϛ ἐμπρῆσαι·
    27. ἐπὶ δὲ τούτοιϛ πᾶσιν ἐνηστεύομεν, καὶ ἐκαθεζόμεθα πενθοῦντεϛ καὶ κλαίοντεϛ νυκτὸϛ καὶ ἡμέραϛ ἕωϛ τοῦ σαββάτου.
    28. Συναχθέντεϛ δὲ οἱ γραμματεῖϛ καὶ Φαρισαῖοι καὶ πρεσβύτεροι πρὸϛ ἀ0λλήλουϛ, ἀκούσαντεϛ ὅτι ὁ λαὸϛ ἅπαϛ γογγύζει καὶ κόπτεται τὰ στήθη λέγοντεϛ ὅτι Ἐι τῷ θανάτῳ αὐτοῦ ταῦτα τὰ μέγιστα σημεῖα γέγονεν, ἴδετε ὅτι πόσον δίκαιόϛ ἐστιν·
    29. ἐφοβήθησαν οἱ πρεσβύτεροι, καὶ ἦλθον πρὸϛ Πειλᾶτον δεόμενοι αὐτοῦ καὶ λέγοντεϛ
    30. Παράδοϛ ἡμῖν στρατιώταϛ, ἵνα φυλάξωμεν τὸ μνῆμα αὐτοῦ ἐπὶ τρεῖϛ ἡμέραϛ, μήποτε ἐλθόντεϛ οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ ὑπολάβῃ ὁ λαὸς ὅτι ἐκ νεκρῶν ἀνέστη, καὶ ποιήσωσιν ἡμῖν κακά.
    31. ὁ δὲ Πειλᾶτοϛ παραδέδωκεν αὐτοῖς Πετρώνιον τὸν κεντυρίωνα μετὰ στρατιωτῶν φυλάσσειν τὸν τάφον. καὶ σὺν τούτοιϛ ἦλθον πρεσβύτεροι καὶ γραμματεῖϛ ἐπὶ τὸ μνῆμα,
    32. καὶ κυλίσαντεϛ λίθον μέγαν κατὰ τοῦ κεντυρίωνοϛ καὶ τῶν στρατιωτῶν ὁμοῦ πάντεϛ οἱ ὄντεϛ ἐκεῖ ἔθηκαν ἐπὶ τῇ θύρᾳ τοῦ μνήματοϛ,
    33. καὶ ἐπέχρισαν ἑπτὰ σφραγῖδαϛ, καὶ σκηνὴν ἐκεῖ πήξαντεϛ ἐφύλαξαν.
    34. πρωΐαϛ δὲ, ἐπιφώσκοντοϛ τοῦ σαββάτου, ἦλθεν ὄχλοϛ ἀπὸ Ἰερουσαλὴμ καὶ τῆϛ περιχώρου ἵνα ἴδωσι τὸ μνημεῖον ἐσφραγισμένον.
    35. Τῇ δὲ νυκτὶ ᾗ ἐπέφωσκεν ἡ κυριακή, φυλασσόντων τῶν στρατιωτῶν ἀνὰ δύο κατὰ φρουράν, μεγάλη φωνὴ ἐγένετο ἐν τῷ οὐρανῷ καὶ εἶδον ἀνοιχθένταϛ τοὺϛ οὐρανοὺϛ καὶ δύο ἄνδραϛ κατελθόνταϛ ἐκεῖθεν, πολὺ φέγγοϛ ἔχονταϛ, καὶ ἐγγίσανταϛ τῷ τάφῳ.
    37. ὁ δὲ λίθοϛ ἐκεῖνοϛ ὁ βεβλημένοϛ ἐπὶ τῇ θύρᾳ ἀφ’ ἑαυτοῦ κυλισθεὶϛ ἐπεχώρησε παρὰ μέροϛ, καὶ ὁ τάφοϛ ἠνοίγη καὶ ἀμφότεροι οἱ νεανίσκοι εἰσῆλθον.
    38. ἰδόντεϛ οὖν οἱ στρατιῶται ἐκεῖνοι ἐξύπνισαν τὸν κεντυρίωνα καὶ τοὺϛ πρεσβυτέρουϛ, παρῆσαν γὰρ καὶ αὐτοὶ φυλάσσοντεϛ·
    39. καὶ ἐξηγουμένων αὐτῶν ἃ εἶδον, πάλιν ὁρῶσιν ἐξελθόνταϛ ἀπὸ τοῦ τάφου τρεῖϛ ἄνδραϛ, καὶ τοὺϛ δύο τὸν ἕνα ὑπορθοῦνταϛ, καὶ σταυρὸν ἀκολουθοῦντα αὐτοῖϛ·
    40. καὶ τῶν μὲν δύο τὴν κεφαλὴν χωροῦσαν μέχρι τοῦ οὐρανοῦ, τοῦ δὲ χειραγωγουμένου ὑπ’ αὐτῶν ὑπερβαίνουσαν τοὺϛ οὐρανούϛ.
    41. καὶ φωνῆϛ ἤκουον ἐκ τῶν οὐρανῶν λεγούσηϛ Ἐκήρυξαϛ τοῖϛ κοιμωμένοιϛ·
    42. καὶ ὑπακοὴ ἠκούετο ἀπὸ τοῦ σταυροῦ [ὅ]τι Ναί.
    43. Συνεσκέπτοντο οὖν ἀλλήλοιϛ ἐκεῖνοι ἀπελθεῖν καὶ ἐνφανίσαι ταῦτα τῷ Πειλάτῳ.
    44. καὶ ἔτι διανοουμένων αὐτῶν φαίνονται πάλιν ἀνοιχθέντεϛ οἱ οὐρανοὶ καὶ ἄνθρωπόϛ τιϛ κατελθὼν καὶ εἰσελθὼν εἰϛ τὸ μνῆμα. 45. ταῦτα ἰδόντεϛ οἱ περὶ τὸν κεντυρίωνα νυκτὸϛ ἔσπευσαν πρὸϛ Πειλᾶτον, ἀφέντεϛ τὸν τάφον ὃν ἐφύλασσον, καὶ ἐξηγήσαντο πάντα ἅπερ εἶδον, ἀγωνιῶντεϛ μεγάλωϛ καὶ λέγοντεϛ Ἀληθῶϛ υἱὸϛ ἦν θεοῦ.
    46. ἀποκριθεὶϛ ὁ Πειλᾶτοϛ ἔφη Ἐγὼ καθαρεύω τοῦ αἵματοϛ τοῦ υἱοῦ τοῦ θεοῦ, ὑμῖν δὲ τοῦτο ἔδοξεν.
    47. εἶτα προσελθόντεϛ πάντεϛ ἐδέοντο αὐτοῦ καὶ παρεκάλουν κελεῦσαι τῷ κεντυρίωνι καὶ τοῖϛ στρατιώταιϛ μηδὲν εἰπεῖν ἃ εἶδον·
    48. συμφέρει γάρ, φασίν, ἡμῖν ὀφλῆσαι μεγίστην ἁμαρτίαν ἔμπροσθεν τοῦ θεοῦ, καὶ μὴ ἐμπεσεῖν εἰϛ χεῖραϛ τοῦ λαοῦ τῶν Ἰουδαίων καὶ λιθασθῆναι. 49. ἐκέλευσεν οὖν ὁ Πειλᾶτοϛ τῷ κεντυρίωνι καὶ τοῖϛ στρατιώταιϛ μηδὲν εἰπεῖν.
    50. Ὄρθρου δὲ τῆϛ κυριακῆϛ Μαριὰμ ἡ Μαγδαληνή, μαθήτρια τοῦ κυρίου φοβουμένη διὰ τοὺϛ Ἰουδαίουϛ, ἐπειδὴ ἐφλέγοντο ὑπὸ τῆϛ ὀργῆϛ, οὐκ ἐποίησεν ἐπὶ τῷ μνήματι τοῦ κυρίου ἃ εἰώθεσαν ποιεῖν αἱ γυναῖκεϛ ἐπὶ τοῖϛ ἀποθνῄσκουσι καὶ τοῖϛ ἀγαπωμένοιϛ αὐταῖϛ, 51. λαβοῦσα μεθ’ ἑαυτῆϛ τὰϛ φίλαϛ ἦλθεν ἐπὶ τὸ μνημεῖον ὅπου ἦν τεθείϛ.
    52. καὶ ἐφοβοῦντο μὴ ἴδωσιν αὐτὰϛ οἱ Ἰουδαῖοι, καὶ ἔλεγον Εἰ καὶ μὴ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ ἐσταυρώθη ἐδυνήθημεν κλαῦσαι καὶ κόψασθαι, καὶ νῦν ἐπὶ τοῦ μνήματοϛ αὐτοῦ ποιήσωμεν ταῦτα.
    53. τίϛ δὲ ἀποκυλίσει ἡμῖν καὶ τὸν λίθον τὸν τεθέντα ἐπὶ τῆϛ θύραϛ τοῦ μνημείου, ἵνα εἰσελθοῦσαι παρακαθεσθῶμεν αὐτῷ καὶ ποιήσωμεν τὰ ὀφειλόμενα;
    54. μέγαϛ γὰρ ἦν ὁ λίθοϛ, καὶ φοβούμεθα μή τιϛ ἡμᾶϛ ἴδῃ. καὶ εἰ μὴ δυνάμεθα, κἂν ἐπὶ τῆϛ θύραϛ βάλωμεν ἃ φέρομεν εἰϛ μνημοσύνην αὐτοῦ, κλαύσομεν καὶ κοψόμεθα ἕωϛ ἔλθωμεν εἰϛ τὸν οἶκον ἡμῶν.
    55. καὶ ἀπελθοῦσαι εὗρον τὸν τάφον ἠνεωγμένον· καὶ προϛελθοῦσαι παρέκυψαν ἐκεῖ, καὶ ὁρῶσιν ἐκεῖ τινα νεανίσκον καθεζόμενον μέσῳ τοῦ τάφου, ὡραῖον καὶ περιβεβλημένον στολὴν λαμπροτάτην, ὅστιϛ ἔφη αὐταῖϛ
    56. Τί ἤλθατε; τίνα ζητεῖτε; μὴ τὸν σταυρωθέντα ἐκεῖνον; ἀνέστη καὶ ἀπῆλθεν· εἰ δὲ μὴ πιστεύετε, παρακύψατε καὶ ἴδετε τὸν τόπον ἔνθα ἔκειτο, ὅτι οὐκ ἔστιν· ἀνέστη γὰρ καὶ ἀπῆλθεν ἐκεῖ ὅθεν ἀπεστάλη.
    57. τότε αἱ γυναῖκεϛ φοβηθεῖσαι ἔφυγον.
    58. Ἦν δὲ τελευταία ἡμέρα τῶν ἀζύμων, καὶ πολλοί τινεϛ ἐξήρχοντο, ὑποστρέφοντεϛ εἰϛ τοὺϛ οἴκουϛ αὐτῶν τῆϛ ἑορτῆϛ παυσαμένηϛ.
    59. ἡμεῖϛ δὲ οἱ δώδεκα μαθηταὶ τοῦ κυρίου ἐκλαίομεν καὶ ἐλυπούμεθα, καὶ ἕκαστοϛ λυπούμενοϛ διὰ τὸ συμβὰν ἀπηλλάγη εἰϛ τὸν οἶκον αὐτοῦ.
    60. ἐγὼ δὲ Σίμων Πέτροϛ καὶ Ἀνδρέαϛ ὁ ἀδελφόϛ μου λαβόντεϛ ἡμῶν τὰ λίνα ἀπήλθαμεν εἰϛ τὴν θάλασσαν· καὶ ἦν σὺν ἡμῖν Λευεὶϛ ὁ τοῦ Ἀλφαίου, ὃν Κύριοϛ * * *
    Quelle: M. G. Mara (ed.): Évangile de Pierre (=Sources Chrétiennes 201), Paris: 1973, 40-66.


    Das Petrusevangelium
    1. Von den Juden aber wusch sich niemand die Hände, weder Herodes noch einer von seinen Richtern. Als sie sich nicht waschen wollten, stand Pilatus auf;
    2. und dann befahl der König Herodes, den Herrn wegzuführen, indem er zu ihnen sagte: "Alles, was ich euch befahl, ihm anzutun, das tut."
    3. Es stand aber dort Joseph, der Freund des Pilatus und des Herrn, und weil er wußte, daß sie ihn kreuzigen würden, ging er zu Pilatus und bat um den Leib des Herrn zur Bestattung.
    4. Und Pilatus sandte zu Herodes und bat um seinen Leib;
    5. und Herodes sagte: "Bruder Pilatus, selbst wenn niemand ihn erbeten hätte, würden wir ihn begraben, weil auch der Sabbat aufleuchtet. Es steht nämlich im Gesetz, die Sonne dürfe nicht über einem Getöteten untergehen." Und er übergab ihn dem Volk, einen Tag vor den ungesäuerten Broten, ihrem Fest.
    6. Sie aber nahmen den Herrn und stießen ihn eilends fort mit den Worten: "Laßt uns den Sohn Gottes wegschleifen, da wir ihn in der Gewalt haben."
    7. Und sie legten ihm einen Purpurmantel um und setzten ihn auf den Gerichtsstuhl und sagten: "Urteile gerecht, König von Israel."
    8. Und einer von ihnen brachte einen Dornenkranz herbei und setzte ihn auf den Kopf des Herrn,
    9. und andere, die dort standen, spuckten ihm ins Gesicht, andere schlugen ihm auf die Wangen, wieder andere stießen ihn mit einem Rohr, und einige geißelten ihn und sagten: "Mit dieser Ehre wollen wir den Sohn Gottes ehren."
    10. Und sie führten zwei Verbrecher herbei und kreuzigten in der Mitte zwischen ihnen den Herrn. Er aber schwieg, als wenn er keine Schmerzen hätte;
    11. und als sie das Kreuz aufrichteten, schrieben sie darauf: "Dieser ist der König Israels."
    12. Und sie legten die Kleider vor ihn, teilten sie auf und warfen das Los darüber.
    13. Aber einer von jenen Verbrechern machte ihnen Vorwürfe und sagte: "Wir erleiden dies wegen der Verbrechen, die wir begangen haben, dieser aber, der zum Retter der Menschen geworden ist, was hat er euch an Unrecht getan?"
    14. Und sie wurden wütend über ihn und befahlen, daß ihm die Schenkel nicht zerbrochen würden, damit er voller Pein sterbe.
    15. Es war aber Mittagszeit und eine Finsternis ergriff ganz Judäa; und sie wurden unruhig und gerieten in Angst darüber, daß die Sonne schon untergegangen war, während er noch lebte; geschrieben steht bei ihnen (nämlich), die Sonne dürfe nicht untergehen über einem Getöteten.
    16. Und einer von ihnen sagte: "Gebt ihm Galle mit Essig zu trinken"; und sie nahmen die Mischung vor und gaben sie ihm zu trinken.
    17. Und sie erfüllten all diese Dinge und vollendeten die Sünden über ihr Haupt.
    18. Aber viele gingen mit Lampen umher, weil sie glaubten, es sei Nacht, (und) sie stürzten.
    19. Und der Herr schrie auf und rief: "Meine Kraft, Kraft, du hast mich verlassen!"; und mit diesen Worten wurde er aufgenommen.
    20. Und in derselben Stunde riß der Vorhang des Tempels in Jerusalem entzwei.
    21. Und dann zogen sie die Nägel aus den Händen des Herrn und legten ihn auf die Erde; und die ganze Erde wurde erschüttert und es entstand große Angst.
    22. Dann schien die Sonne [wieder], und es wurde klar, daß es die neunte Stunde war.
    23. Die Juden aber freuten sich und übergaben dem Joseph seinen Leichnam zum Begräbnis, hatte er doch all das Gute geschaut, das Jesus getan hatte.
    24. Er nahm aber den Herrn, wusch ihn, wickelte ihn in ein Leintuch und brachte ihn in sein eigenes Grab, das Garten Josephs genannt wurde.
    25. Da erkannten die Juden und die Ältesten und die Priester, welches Übel sie sich angetan hatten, und begannen, zu trauern und zu sagen: "Wehe unseren Sünden; das Gericht ist nahegekommen und das Ende Jerusalems."
    26. Ich aber trauerte mit den Gefährten, und verstörten Sinnes versteckten wir uns; wir wurden nämlich von ihnen wie Verbrecher gesucht, als wollten wir den Tempel anzünden.
    27. Wir fasteten wegen all dieser Dinge und saßen klagend und weinend da Tag und Nacht bis zum Sabbat.
    28. Es versammelten sich aber die Schriftgelehrten und die Pharisäer und die Ältesten miteinander, da sie gehört hatten, daß das ganze Volk murre, sich an die Brust schlage und sage: "Wenn durch seinen Tod diese überaus großen Zeichen geschehen sind, sehet, wie gerecht er ist".
    29. Die Ältesten fürchteten sich, gingen zu Pilatus und baten ihn und sagten:
    30. "Übergib uns Soldaten, damit wir seine Grabstätte drei Tage lang bewachen, auf daß nicht etwa seine Jünger kommen und ihn stehlen, während das Volk glaubt, daß er von den Toten auferstand, und uns Übles zufügt."
    31. Pilatus aber übergab ihnen den Zenturio Petronius mit Soldaten als Wache für das Grab. Und mit ihnen gingen die Ältesten und die Schriftgelehrten zur Grabstätte.
    32. Und alle, die dort waren, wälzten zusammen mit dem Zenturio und den Soldaten einen großen Stein herbei und stellten ihn vor den Zugang zu der Grabstätte.
    33. Und sie brachten sieben Siegel an, richteten dort ein Zelt auf und hielten Wache.
    34. In der Frühe des anbrechenden Sabbats aber kam eine Volksmenge aus Jerusalem und der Umgebung, um die versiegelte Grabstätte anzuschauen.
    35. Aber in der Nacht, in der der Herrentag anbrach, ertönte eine laute Stimme am Himmel, während die Soldaten jeweils zu zweit auf dem Posten standen.
    36. Und sie sahen die Himmel geöffnet und zwei Männer umgeben von viel Licht von dort herunterkommen und sich dem Grab nähern.
    37. Jener Stein aber, der vor den Eingang gestellt worden war, wälzte sich von selbst und wich zur Seite, und das Grab öffnete sich, und die beiden Jünglinge gingen hinein.
    38. Als nun jene Soldaten dies gesehen hatten, weckten sie den Zenturio und die Ältesten auf – diese waren nämlich auch bei der Wache.
    39.Während sie berichteten, was sie gesehen hatten, sahen sie wiederum drei Männer aus dem Grab herauskommen und die zwei den einen stützen und ein Kreuz ihnen folgen.
    40. Der Kopf der zwei reichte bis zum Himmel, der des von ihnen Geführten ragte über die Himmel hinaus.
    41. Und sie hörten eine Stimme aus den Himmeln, die sagte: "Hast du den Entschlafenen gepredigt?"
    42. Und vom Kreuz hörte man als Antwort: "Ja"!
    43. Jene beratschlagten nun miteinander, wegzugehen und dies dem Pilatus anzuzeigen;
    44. und während sie noch überlegten, sah man wieder die Himmel sich öffnen und ein Mensch stieg herab und ging hinein in die Grabstätte.
    45. Als die Menschen um den Zenturio das sahen, eilten sie noch in der Nacht zu Pilatus, verließen das Grab, das sie bewachten, und berichteten alles, was sie gesehen hatten, voll großer Angst und sagten: "Wahrhaftig war er Gottes Sohn."
    46. Pilatus antwortete und sagte: "Ich bin rein vom Blute des Sohnes Gottes, ihr wart es, die das beschlossen haben."
    47. Da traten alle an ihn heran und baten ihn inständig, dem Zenturio und den Soldaten zu befehlen, niemandem von dem zu erzählen, was sie gesehen hatten.
    48. "Es ist nämlich besser für uns, sagten sie, uns der größten Sünde vor Gott schuldig zu machen, als in die Hände des Volkes der Juden zu geraten und gesteinigt zu werden."
    49. Pilatus befahl nun dem Zenturio und den Soldaten, nichts davon weiterzuerzählen.
    50. Am frühen Morgen des Herrentages aber nahm Maria Magdalena, eine Jüngerin des Herrn – aus Furcht vor den Juden und weil sie vor Zorn glühten, hatte sie an der Grabstätte des Herrn nicht getan, was die Frauen gewöhnlich bei den von ihnen geliebten Verstorbenen tun -,
    51. die Freundinnen mit sich und ging zur Grabstätte, in die er gelegt worden war.
    52. Und sie fürchteten, daß die Juden sie sahen, und sagten: "Wenn wir auch an jenem Tag, an dem er gekreuzigt wurde, nicht weinen und trauern konnten, wollen wir das wenigstens jetzt an seiner Grabstätte tun.
    53. Wer aber wird uns den Stein wegwälzen, der vor den Eingang der Grabstätte gestellt worden ist, damit wir hineingehen, uns neben ihn setzen und das Notwendige tun?
    54. Denn der Stein war groß, und wir fürchten, daß uns jemand sieht. Auch wenn wir es nicht können, wollen wir wenigstens an den Eingang legen, was wir zur Erinnerung an ihn mitbringen, und weinen und trauern, bis wir nach Hause gehen."
    55. Und sie gingen los und fanden das Grab geöffnet; sie traten heran, beugten sich vor und sahen dort einen Jüngling (in) der Mitte des Grabes sitzen, anmutig und mit einem ganz und gar strahlenden Gewand bekleidet, der zu ihnen sagte:
    56. "Warum seid ihr gekommen? Wen sucht ihr? Doch nicht jenen Gekreuzigten? Er ist auferstanden und weggegangen; wenn ihr aber nicht glaubt, beugt euch vor und seht den Ort, wo er lag, denn er ist nicht da; er ist nämlich auferstanden und dorthin gegangen, von wo er gesandt wurde."
    57. Da flohen die Frauen voller Angst.
    58. Es war aber der letzte Tag des Festes der ungesäuerten Brote, und viele gingen fort und kehrten nach Hause zurück, als das Fest zu Ende war.
    59. Wir aber, die zwölf Jünger des Herrn, weinten und waren traurig, und jeder ging voll Trauer über das Geschehene nach Hause.
    60.Ich aber, Simon Petrus, und Andreas, mein Bruder, nahmen unsere Netze und gingen weg ans Meer; und bei uns war Levi, der Sohn des Alphäus, den der Herr...


     

     

     zurück 

     

     
    Suche
    Hinweise zum Einsatz der Google Suche
    Mailingliste

    Herzliche Einladung an alle, sich für unsere Mailingliste zu registrieren. Hierdurch erhalten Sie stets aktuelle Informationen aus dem Seminar Katholische Theologie.

    Zur Anmeldung