13. Texte zur Religionsfreiheit der Juden
13. Texte zur Religionsfreiheit der Juden
a) Josephus zum Edikt des Claudius (Antiquitates Judaicae XIX 5,2f. §279-291)
Καὶ Κλαύδιος ἐπιστέλλει τῷ ἐπαρχοῦντι κατὰ τὴν Αἴγυπτον ὥστε
τὴν στάσιν καταστεῖλαι, πέμπει δὲ καὶ διάγραμμα παρακεκληκότων
αὐτὸν ’Αγρίππου τε καὶ Ἡρώδου τῶν βασιλέων εἴς τε τὴν
’Αλεξάνδρειαν καὶ Συρίαν γεγραμμένον τοῦτον τὸν τρόπον.
Τιβέριος Κλαύδιος Καῖσαρ Σεβαστὸς Γερμανικὸς δημαρχικῆς
ἐξουσίας λέγει. ἐπιγνοὺς ἀνέκαθεν τοὺς ἐν ’Αλεξανδρείᾳ
’Ιουδαίους ’Αλεξανδρεῖς λεγομένους συγκατοικισθέντας τοῖς
πρώτοις εὐθὺ καιροῖς ’Αλεξανδρεῦσι καὶ ἴσης πολιτείας παρὰ τῶν
βασιλέων τετευχότας, καθὼς φανερὸν ἐγένετο ἐκ τῶν γραμμάτων τῶν
παρ’ αὐτοῖς καὶ τῶν διαταγμάτων, καὶ μετὰ τὸ τῇ ἡμετέρᾳ
ἡγεμονίᾳ ’Αλεξάνδρειαν ὑπὸ τοῦ Σεβαστοῦ ὑποταχθῆναι πεφυλάχθαι
αὐτοῖς τὰ δίκαια ὑπὸ τῶν πεμφθέντων ἐπάρχων κατὰ διαφόρους
χρόνους μηδεμίαν τε ἀμφισβήτησιν περὶ τούτων γενομένην τῶν
δικαίων αὐτοῖς, ἅμα καὶ καθ’ ὃν καιρὸν ’Ακύλας ἦν ἐν
’Αλεξανδρείᾳ τελευτήσαντος τοῦ τῶν ’Ιουδαίων ἐθνάρχου τὸν
Σεβαστὸν μὴ κεκωλυκέναι ἐθνάρχας γίγνεσθαι βουλόμενον
ὑποτετάχθαι ἑκάστους ἐμμένοντας τοῖς ἰδίοις ἔθεσιν καὶ μὴ
παραβαίνειν ἀναγκαζομένους τὴν πάτριον θρησκείαν, ’Αλεξανδρεῖς
δὲ ἐπαρθῆναι κατὰ τῶν παρ’ αὐτοῖς ’Ιουδαίων ἐπὶ τῶν Γαϊου
Καίσαρος χρόνων τοῦ διὰ τὴν πολλὴν ἀπόνοιαν καὶ παραφροσύνην,
ὅτι μὴ παραβῆναι ἠθέλησεν τὸ ’Ιουδαίων ἔθνος τὴν πάτριον
θρησκείαν καὶ θεὸν προσαγορεύειν αὐτόν, ταπεινώσαντος αὐτούς·
βούλομαι μηδὲν διὰ τὴν Γαϊου παραφροσύνην τῶν δικαίων τῷ
’Ιουδαίων ἔθνει παραπεπτωκέναι, φυλάσσεσθαι δ’ αὐτοῖς καὶ τὰ
πρότερον δικαιὼματα ἐμμένουσι τοῖς ἰδίοις ἔθεσιν, ἀμφοτέροις τε
διακελεύομαι τοῖς μέρεσι πλείστην ποιήσασθαι πρόνοιαν, ὅπως
μηδεμία ταραχὴ γένηται μετὰ τὸ προτεθῆναί μου τὸ διάταγμα. Τὸ
μὲν οὖν εἰς ’Αλεξάνδρειαν ὑπὲρ τῶν ’Ιουδαίων διάταγμα τοῦτον ἦν
τὸν τρόπον γεγραμμένον· τὸ δ’ εἰς τὴν ἄλλην οἰκουμένην εἶχεν
οὕτως· Τιβέριος Κλαύδιος Καῖσαρ Σεβαστὸς Γερμανικὸς ἀρχιερεὺς
μέγιστος δημαρχικῆς ἐξουσίας ὕπατος χειροτονηθεὶς τὸ δεύτερον
λέγει. αἰτησαμένων με βασιλέως ’Αγρίππα καὶ Ἡρώδου τῶν φιλτάτων
μοι, ὅπως συγχωρήσαιμι τὰ αὐτὰ δίκαια καὶ τοῖς ἐν πάσῃ τῇ ὑπὸ
῾Ρωμαίοις ἡγεμονίᾳ ’Ιουδαίοις φυλάσσεσθαι, καθὰ καὶ τοῖς ἐν
’Αλεξανδρείᾳ, ἥδιστα συνεχώρησα οὐ μόνον τοῦτο τοῖς
αἰτησαμένοις με χαριζόμενος, ἀλλὰ καὶ αὐτοὺς ὑπὲρ ὧν παρεκλήθην
ἀξίους κρίνας διὰ τὴν πρὸς ῾Ρωμαίους πίστιν καὶ φιλίαν, μάλιστα
δὲ δίκαιον κρίνων μηδεμίαν μηδὲ Ἑλληνίδα πόλιν τῶν δικαίων
τούτων ἀποτυγχάνειν, ἐπειδὴ καὶ ἐπὶ τοῦ θείου Σεβαστοῦ αὐταῖς
ἦν τετηρημένα. καλῶς οὖν ἔχειν καὶ ’Ιουδαίους τοὺς ἐν παντὶ τῷ
ὑφ’ ἡμᾶς κόσμῳ τὰ πάτρια ἔθη ἀνεπικωλύτως φυλάσσειν, οἷς καὶ
αὐτοῖς ἤδη νῦν παραγγέλλω μου ταύτῃ τῇ φιλανθρωπίᾳ
ἐπιεικέστερον χρῆσθαι καὶ μὴ τὰς τῶν ἄλλων ἐθνῶν δεισιδαιμονίας
ἐξουθενίζειν, τοὺς ἰδίους δὲ νόμους φυλάσσειν. τοῦτό μου τὸ
διάταγμα τοὺς ἄρχοντας τῶν πόλεων καὶ τῶν κολωνιῶν καὶ
μουνικιπίων τῶν ἐν τῇ ’Ιταλίᾳ καὶ τῶν ἐκτός, βασιλεῖς τε καὶ
δυνάστας διὰ τῶν ἰδίων πρεσβευτῶν ἐγγράψασθαι βούλομαι
ἐκκείμενόν τε ἔχειν οὐκ ἔλαττον ἡμερῶν τριάκοντα ὅθεν ἐξ
ἐπιπέδου καλῶς ἀναγνωσθῆναι δύναται.
Quelle: E. H. Warmington (ed.): Josephus Jewish Antiquities IX,
in: The Loeb Classical Library, London: 1965 (repr. 1969),
344-352.
b) De bello Judaico VI 6,2 §333-336
Τοιγαροῦν ὑμᾶς ἐπήγειρε κατὰ ῾Ρωμαίων ἡ ῾Ρωμαίων
φιλανθρωπία, οἳ πρῶτον μὲν ὑμῖν τήν τε χώραν ἔδομεν νέμεσθαι
καὶ βασιλεῖς ὁμοφύλους ἐπεστήσαμεν, ἔπειτα τοὺς πατρίους νόμους
ἐτηρήσαμεν, καὶ ζῆν οὐ μόνον καθ’ ἑαυτοὺς ἀλλὰ καὶ πρὸς τοὺς
ἄλλους ἐπετρέψαμεν ὡς ἐβούλεσθε· τὸ δὲ μέγιστον, δασμολογεῖν τε
ὑμῖν ἐπὶ τῷ θεῷ καὶ ἀναθήματα συλλέγειν ἐπετρέψαμεν, καὶ τοὺς
ταῦτα φέροντας οὔτ’ ἐνουθετήσαμεν οὔτε ἐκωλύσαμεν, ἵν’ ἡμῖν
γένησθε πλουσιώτεροι καὶ παρασκευάσησθε τοῖς ἡμετέροις χρήμασιν
καθ’ ἡμῶν. ἔπειτα τηλικούτων ἀγαθῶν ἀπολαύοντες ἐπὶ τοὺς
παρασχόντας ἠνέγκατε τὸν κόρον καὶ δίκην τῶν ἀτιθασεύτων
ἑρπετῶν τοῖς σαίνουσι τὸν ἰὸν ἐναφήκατε.
Quelle: E. H. Warmington (ed.): Josephus in Nine Volumes. Vol.
III: The Jewish War, Books IV-VII, in: The Loeb Classical
Library, Cambridge-London 1968 (unveränderter Nachdruck der
Erstausgabe von 1928), 472.
c) PLond 1912 (CPJ): Ein Brief des Kaisers Claudius an die Alexandriner (41 n. Chr.)
Ξολ. 1.] Λούκιος Αἰμίλλιος ῾Ρῆκτος λέγει· ἐπειδὴ τῇ
ἀναγνώσει τῆς ἱερωτάτης καὶ εὐεργετικωτάτης ἰς τὴν πόλειν
ἐπιστολῆς πᾶσα ἡ πόλεις παρατυχεῖν οὐκ ἠδυνήθη [ν] διὰ τὸ
πλῆθος αὐτῆς, ἀνανκαῖον ἡγησάμην ἐκθεῖναι τὴν ἐπιστολὴν ἵνα
κατ’ ἄνδρα ἕκαστον ἀναγεινόσκων αὐτὴν τήν τε μεγαλιότητα τοῦ
θεοῦ ἡμῶν Καίσαρος θαυμάσητε καὶ τῇ πρὸς τὴν πόλειν [[ομοια]]
εὐνοίᾳ χάριν ἔχητε. (Ἔτους) β Τιβερίου Κλαυδίου Καίσαρος
Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Νέου Σεβαστο(ῦ) ιδ.
Ξολ. 2.] Τιβέριος Κλαύδιος Καῖσαρ Σεβαστὸς Γερμανικὸς
Αὐτοκράτωρ ἀρχ{ι}ιερεὺς μέγειστος δημαρχικῆς ἐξουσίας ὕπατος
ἀποδεδιγμένος Ἀλεξανδρέων τῇ πόλει χαίρειν. Τιβέριος Κλαύδιος
Βάρβιλλος, Ἀπολλώνις Ἀρτεμιδώρου, Χαιρήμων Λεονίδου, Μᾶρκος
Ἰούλιος Ἀσκληπιάδης, Γάιος Ἰούλιος Διονύσιο(ς), Τιβέριος
Κλαύδιος Φανίας, Πασίων Ποτάμωνος, Διονύσιος Σαββίωνος,
Τιβέριος Κλαύδις ’Απολλώνις ’Αρίστονος, Γάιος ’Ιούλιος
’Απολλώνιος, Ἑρμαίσκος ’Απολλωνίου, ὑ πρέσβεις ὑμῶν, ἀναδόντες
μοι τὸ ψήφισμα πολλὰ περὶ τῆς πόλεως διεξῆλθον, ὑπαγόμενοί μοι
δῆλον πρὸς τὴν εἰς ἡμᾶς εὔνοιαν ἣν ἐκ πολλῶν χρόνων, εὖ εἴστε,
παρ’ ἐμοὶ τεταμιευμένην ε εἴχεται, φύσει μὲν εὐσεβεῖς περὶ τοὺς
Σεβαστοὺς ὑπάρχοντες, ὡς ἐκ πολλῶν μοι γέγονε γνόριμον,
ἐξερέτως δὲ περὶ τὸν ἐμὸν οἶκον καὶ σπουδάσαντες καὶ
σπουδασθέντος, ὧν εἵνα τὸ τελευταῖον εἴπωι παρεὶς τὰ ἄλλα
μέγειστός ἐστιν μάρτυς οὗμος ἀδελφὸς Γερμανικὸς Καῖσαρ
γνησιωτέραις ὑμᾶς φωναῖς προσαγορεύσας· διόπερ ἡδέως
προσεδεξάμην τὰς δοθείσας ὑφ’ ἡμῶν μοι τιμὰς καίπερ οὐκ ὢν πρὸς
τὰ τοιαῦτα {ρ} ῥάιδιος. Καὶ πρότα μὲν Σεβαστὴν ὑμεῖν ἄγειν
ἐπιτρέπωι τὴν ἐμὴν γενεθλείαν ὃν τρόπον αὐτοὶ προείρησθαι, τὰς
τὲ εκατασ`σ`ταχου τῶν ἀνδριάντων ἀναστάσεις ἐμοῦ τε καὶ τοῦ
γένους μου ποιήσασθε συγχωρῶι· ἐγὼ ὁρῶι γὰρ <ὅτι> πάντη
μνημεῖα τῆς ἡμετέρας εὐσεβείας εἰς τὸν ἐμὸν οἶκον ὑδρόσασθαι
<ἐ>σπουδάσαται. Τῶν δὲ δυοῖν χρυ[σῶ]ν ἀνδριάντων ὁ μὲν
Κλαυδιανῆς Εἰρήνης Σεβαστῆς γενό[με]νος ὥσπερ ὑπέθετο καὶ
προσελειπάρη[σ]εν ὁ ἐμοὶ τιμ[ι]ώτατος Βάρβιλλος ἀρνουμένου μου
διὰ τὸ φορτικότε[ρο]ς δ[οκ]εῖ[ν,] ἐπεὶ ῾Ρώμης ἀνατεθήσεται,
Ξολ. 3.] ὁ δὲ ἕτερος ὃν τρόπον ὑμεῖς ἀξιοῦτε πομπεύσει ταῖς
ἐπονύμαις ἡμέραις παρ’ ὑμῖν· συνπομπευέτωι δὲ [[και αυ]] αὐτῶι
καὶ δίφρος ᾧ βούλεσθαι κόσμωι ἠσκημένος. Εὐῆθες δ’ ἴσ {σ} ως
τοσαύτας προσ[ι]έμενον τειμὰς ἀρνήσασθαι φυλὴν Κλαυδιανὰν
καταδῖξαι ἄλση τὲ κατὰ νομὸν παρεῖναι τῆς Αἰγύπ<τ>ου·
διόπερ καὶ ταῦτά [[ημιν]] θ’ ὑμεῖν ἐπιτρέπωι, εἰ δὲ βούλεσθαι
καὶ Οὐειτρασίου Πωλείωνος τοῦ ἐμοῦ ἐπιτρόπου τοὺς ἐφίππους
ἀνδριάντας ἀναστήσατε. Τῶν δὲ τετραπώλων ἀναστάσε[ι]ς <ἃς
περὶ τὰς εἰσ>βολὰς τῆς χώρας ἀφιδρῦσέ μοι βούλεσθαι συγχωρῶι
τὸ μὲν περὶ τὴν Ταπόσιριν καλουμένην τῆς Λιβύης τὸ δὲ περὶ
Φάρον τῆς ’Αλεξανδρείας τρίτον δὲ περὶ Πηλούσιον τῆς
Αἰγύπ<τ>ου στῆσαι, ἀρχ{ι}ιερέα δ’ ἐμὸν καὶ ναῶν
κατασκευὰς παρετοῦμε, οὔτε φορτικὸς τοῖς κατ’ ἐμαυτὸν ἀνθρόποις
βουλόμενος εἶναι τὰ ἱερὰ δὲ καὶ τὰ τοιαῦτα μόνοις τοῖς θεοῖς
ἐξέρετα ὑπὸ τοῦ παντὸς αἰῶνος ἀποδεδόσθαι κρίν[ω]ν. Περὶ δὲ τῶν
αἰτηθέντων ἃ παρ’ ἐμοῦ λαβεῖν ἐσπουδάκατε οὕτως γεινώσκωι·
ἅπασι τοῖς ἐφηβευκώσει ἄχρει τῆς ἐμῆς ἡγεμονείας
βαί[[βον]]βαιον διαφυλάσσωι τὴν ’Αλεξανδρέων πολειτείαν ἐπὶ
τοῖς τῆς πόλεως τειμείοις καὶ φιλανθρόποις πᾶσει πλὴν εἰ μή
τινες ὑπῆλθον ὑμᾶς ὡς ἐγ δούλων γ[ε]γονότες ἐφηβεῦσαι, καὶ τὰ
ἄλλα δὲ οὐχ ἧσσον εἶναι βούλομε βέβαια πάνθ’ ὅσα ὑμεῖν ἐχαρίσθη
ὑπό τε τῶν πρὸ ἐμοῦ ἡγεμόνων καὶ τῶν βασιλέων καὶ τῶν ἐπάρχων,
ὡς καὶ [ὁ] θεὸς Σεβαστὸς ἐβεβαίωσε. Ξολ. 4.] Τοὺς δὲ νεοκόρους
τοῦ ἐν ’Αλεξανδρείᾳ ναοῦ ὅς ἐστιν τοῦ θεοῦ Σεβαστοῦ κληροτοὺς
εἶναι βούλομε καθὰ καὶ ὑ ἐν Κανόπωι τοῦ αὐτοῦ θεοῦ Σεβαστοῦ
κληροῦνται. Ὑπὲρ δὲ τοῦ τὰς πολειτεικὰς ἀρχὰς τριετῖς εἶναι καὶ
πάν<υ> ἐμοὶ [[υ]] καλῶς βεβουλεῦσθαι δοκεῖται, ὑ γὰρ
<ἄρ>χοντες φώβωι τοῦ δώσειν εὐθύνας ὧν κακῶς ἦρξαν
μετριώτεροι ἡμεῖν προσενέκθησονται τὸν ἐν ταῖς ἀρχαῖς χρόνον.
Περὶ δὲ τῆς βουλῆς ὅ τι μέν ποτε σύνηθες ὑμεῖν ἐπὶ τῶν ἀρχαίων
βασιλέων οὐκ ἔχωι λέγειν, ὅτι δὲ ἐπὶ τῶν πρὸ ἐμοῦ Σεβαστῶν οὐκ
εἴχεται σαφῶς οἴδατε. Καινοῦ δὴ πράγματος νῦν πρότων
καταβαλλομένου ὅπερ ἄδηλον εἰ συνοίσει τῇ πόλει καὶ τοῖς ἐμοῖς
πράγμασει ἔγραψα Αἰμιλλίωι ῾Ρήκτωι διασκέψασθαι καὶ δηλῶσέ μοι
εἴ ται καὶ συνείστασθαι τὴν ἀρχὴν δεῖ, τόν τε τρόπον, εἴπερ ἄρα
συνάγειν δέυ, καθ’ ὃν γενήσεται τοῦτο. Τῆς δὲ πρὸς ’Ιουδαίους
ταραχῆς καὶ στάσεως μᾶλλον δ’ εἰ χρὴ τὸ ἀληθὲς εἰπεῖν τοῦ
πολέμου πότεροι μὲν αἴτιοι κατέστησαν καίπερ ἐξ ἀντικαταστάσεως
πολλὰ τῶν ἡμετέρων πρέσβεων φιλοτειμηθέντων καὶ μάλιστα
Διονυσίου τοῦ Θέων[ο]ς ὅμως οὐκ ἐβουλήθην ἀκριβῶς ἐξελένξαι,
ταμιευόμενος ἐμαυτῶι κατὰ τῶν πάλειν ἀρξαμένων ὀργὴν
ἀμεταμέλητον· ἁπλῶς δὲ προσαγορεύωι ὅτι ἂν μὴ καταπαύσηται τὴν
ὀλέθριον ὀργὴν ταύτην κατ’ ἀλλήλων αὐθάδιον ἐγβιασθήσομαι δῖξαι
ὗόν ἐστιν ἡγεμὼν φιλάνθροπος εἰς ὀργὴν δικαίαν μεταβεβλημένος.
Διόπερ ἔτι καὶ νῦν διαμαρτύρομε εἵνα ’Αλεξανδρεῖς μὲν πραέως
καὶ φιλανθρόπως προσφέροντε ’Ιουδαίο<ι>ς τοῖς τὴν αὐτὴν
πόλειν ἐκ πολλῶν χρόνων οἰκοῦσει Ξολ. 5.] καὶ μηδὲν τῶν πρὸς
θρησκείαν αὐτοῖς νενομισμένων τοῦ θεοῦ λοιμένωνται ἀλλὰ ἐῶσιν
αὐτοὺς τοῖς ἔθεσιν χρῆσθαι ὗς καὶ ἐπὶ τοῦ θεοῦ Σεβαστοῦ, ἅπερ
καὶ ἐγὼι διακούσας ἀμφοτέρων ἐβεβαίωσα· καὶ ’Ιουδέοις δὲ
ἄντικρυς κελεύωι μηδὲν πλήωι ὧν πρότερον ἔσχον περιεργάζεσθαι
μηδὲ ὥσπερ ἐν δυσεὶ πόλεσειν κατοικοῦντας δύο πρεσβείας
ἐκπέμπειν τοῦ λοιποῦ, ὣ μὴ πρότερόν ποτε ἐπράκθη, μηδὲ
ἐπισπαίρειν γυμνασιαρχικοῖς ἢ κοσμητικοῖς ἀγῶσει, καρπουμένους
μὲν τὰ οἰκῖα ἀπολάοντας δὲ ἐν ἀλλοτρίᾳ πόλει περιουσίας ἁπάντων
ἀγαθῶν, μηδὲ ἐπάγεσθαι ἢ προσείεσθαι ἀπὸ Συρίας ἢ
Αἰγύπ<τ>ου καταπλέοντας ’Ιουδαίους ἐξ οὗ μείζονας
ὑπονοίας ἀνανκασθήσομε λαμβάνειν· εἰ δὲ μή, πάντα τρόπον αὐτοὺς
ἐπεξελεύσομαι καθάπερ κοινήν τεινα τῆς οἰκουμένης νόσον
ἐξεγείροντας. Ἐὰν τούτων ἀποστάντες ἀμφότεροι μετὰ πραότητος
καὶ φιλανθροπείας τῆς πρὸς ἀλλήλους ζῆν ἐθελήσητε καὶ ἐγὼι
πρόνοιαν τῆς πόλεως `ποήσομαι` τὴν ἀνατάτωι καθάπερ ἐκ προγόνων
οἰκίας ὑμῖν ὑπαρχούσης. Βαρβίλλωι τῶι ἐμῶι ἑτέρωι μαρτυρῶι ἀεὶ
πρόνοια[ν] ἡμῶν παρ’ ἐμοὶ ποιουμένωι, ὃς καὶ νῦν πάσηι
φιλοτειμείᾳ περὶ τὼν ἀγόνα τὸν ὑπὲρ ὑμῶν κέχρ[ητε], καὶ
Τιβερίωι Κλαυδίωι ’Αρχιβίωι τῶι ἐμῶι ἑτέ[ρωι]. Ἔρρωσθαι.
Quelle: H. I. Bell (Hrsg.): Jews and Christians in Egypt,
London 1924, 23-26.
a) Josephus zum Edikt des Claudius (Antiquitates Judaicae XIX 5,2f. §279-291)
Claudius erteilte nun dem Statthalter von Aegypten den
schriftlichen Befehl, diese Unruhen zu unterdrücken, und sandte
ausserdem auf Bitten der Könige Agrippa und Herodes nach
Alexandria und Syrien ein Edikt folgenden Inhalts: "Tiberius
Claudius Caesar Augustus Germanicus, Pontifex maximus mit
tribunicischer Gewalt, verordnet hiermit wie folgt. In
Erwägung, dass die Juden, welche zu Alexandria wohnen und
Alexandriner heissen, bald nach Erbauung der Stadt zugleich mit
den eigentlichen Alexandrinern dorthin geschickt worden sind
und von den Königen gleiches Bürgerrecht mit den letzteren
erhalten haben, wie dies aus deren Verordnungen und Erlassen
hervorgeht; sodann in Erwägung, dass bei der durch Augustus
vollzogenen Einverleibung der Stadt Alexandria in unser Reich
den Juden ihre Rechte nicht verkürzt, sondern von den zu
verschiedenen Zeiten dorthin gesandten Statthaltern ohne jede
Einwendung aufrecht erhalten worden sind; in fernerer Erwägung,
dass auch zu der Zeit, da Aquila Statthalter in Alexandria und
der jüdischen Ethnarch gestorben war, Augustus die Wahl eines
neuen Ethnarchen nicht verboten und diesem bei der Huldigung
gestattet hat, dass die Juden nach ihren eigenen Gebräuchen
leben und der Religion ihrer Väter treu bleiben dürfen; endlich
in Erwägung, dass die Erhebung der Alexandriner gegen die mit
ihnen zusammen wohnenden Juden noch in die Regierungszeit des
Caesars Gajus fällt, der in seinem ungeheuren Wahnsinn das
jüdische Volk unterdrückte, weil es von seiner Religion nicht
abfallen und ihn nicht als Gott anerkennen wollte: will ich
nicht dem Unverstand des Gajus zulieb eines von den dem Volke
der Juden gemachten Zugeständnissen wieder aufheben, sondern
ihnen alle früheren Rechte nebst der Freiheit, nach ihrer
Religion zu leben, bestätigen. Desgleichen befehle ich, dass
nach Bekanntmachung dieses meines Ediktes von beiden Seiten
alles vermieden werde, wodurch neue Unruhen entstehen können."
3 So lautete das Edikt, das zugunsten der Juden nach Alexandria
gesandt wurde. Gleichzeitig erging auch an alle übrigen Länder
des Erdkreises ein Schreiben folgenden Inhalts: "Tiberius
Claudius Caesar Augustus Germanicus, Pontifex maximus mit
tribunicischer Gewalt, Konsul zum zweitenmal, verordnet wie
folgt. Nachdem meine lieben Freunde Agrippa und Herodes mich
inständigst gebeten haben, ich möge den im ganzen römischen
Reiche lebenden Juden dieselben Rechte bewilligen, die auch den
Juden in Alexandria zugestanden sind, habe ich ihren Bitten
gern stattgegeben und nicht nur diesen Bittstellern zu
Gefallen, sondern auch mit Rücksicht auf diejenigen, für die
ich gebeten worden bin, es für gerecht gehalten, ihnen ihre
Treue gegen die Römer damit zu lohnen, dass ich keine Stadt,
und zwar auch keine von den griechischen Städten, der Rechte
beraube, die ihnen unter dem göttlichen Augustus bestätigt
worden sind. Ich erachtete es vielmehr für billig, dass die
Juden in unserem gesamten Reiche ihren herkömmlichen Gebräuchen
ohne alle Anfechtungen treu bleiben, und ermahne sie
gleichzeitig, dass sie, mit dieser Gnade zufrieden, sich
duldsam benehmen und die religiösen Gebräuche anderer Völker
nicht verachten, sondern sich bei ihren eigenen Gesetzen
bescheiden. Dieses Edikt soll allen Behörden in den Städten,
Kolonien und Municipien sowohl innerhalb wie außerhalb
Italiens, desgleichen allen Königen und Fürsten durch ihre
eigenen Botschafter kundgegeben und ausserdem innerhalb
dreissig Tagen an einer Stelle, wo es bequem gelesen werden
kann, angeschlagen werden."
Quelle: Des Flavius Josephus Jüdische Altertümer. Übersetzt und
mit Einleitung und Anmerkungen versehen von Dr. Heinrich
Clementz. II. Bd. Köln 1959 (Nachdruck der Ausgabe von 1899),
618-620
b) De bello Judaico VI 6,2 §333-336
Somit hat euch nichts anderes gegen die Römer in Wehr und Waffen gebracht, als deren Milde. Wir gaben euch das Land in Besitz, wir setzten über euch Könige aus eurem eigenen Stamme, wir achteten eure heimischen Gesetze und liessen euch nicht allein zu Hause, sondern auch unter Fremden nach eurem Gutdünken leben; ja noch mehr, wir gestatteten euch, für euren Gottesdienst Steuern zu erheben und Gaben zu sammeln, rügten nicht deren freiwillige Spendung und suchten nicht zu hindern, dass ihr, die Feinde, reicher wurdet als wir selbst, und mit unserem Gelde gegen uns euch rüstet. Ihr aber wurdet durch den Genuss so bedeutender Vergünstigungen übermütig, wandtet euch gegen die, welche sie euch gewährten, und bespritztet nach Art unzähmbarer Schlangen mit eurem Gift die, welche euch schmeichelten. Quelle: Flavius Josephus: Geschichte des Jüdischen Krieges. Übersetzt und mit Einleitung und Anmerkungen versehen von Dr. Heinrich Clementz. Köln 1900), 600
c) PLond 1912 (CPJ): Ein Brief des Kaisers Claudius an die Alexandriner (41 n. Chr.)
(Kol. 1) Verkündigung durch Lucius Aemilius Rectus. Da wegen
ihrer großen Zahl nicht die ganze Bevölkerung in der Lage war,
beim Ver¬lesen des allerheiligsten und wohltätigsten Briefes an
die Stadt an¬wesend zu sein, hielt ich es für notwendig, den
Brief zu veröffentlichen, damit ihr, wenn ihr ihn Mann für Mann
lest, die Majestät unseres Gottes Cäsar bewundert und
Dankbarkeit empfindet für sein Wohlwollen ge¬genüber der Stadt.
2. (Jahr) unter Tiberius Claudius Cäsar Augustus Germanicus
Imperator, am 14. Neos Sebastos. (Kol. 2) Tiberius Claudius
Cäsar Augustus Germanicus Imperator, Pontifex Maximus, im
Besitz der tribunizischen Gewalt, designierter Konsul, grüßt
die Stadt Alexandria. Tiberius Claudius Barbülus, Apollo-nius,
Sohn des Artemidoros, Chairemon, Sohn des Leonidas, Marcus
lulius Asklepiades, Gaius lulius Dionysios, Tiberius Claudius
Fhanias, Pasion, Sohn des Potamon, Dionysios, Sohn des Sabbion,
Tiberius Claudius Apollomus, Sohn des Ariston, Gaius lulius
Apollonius, Hermais-cus, Sohn des Apollonius, eure Gesandten,
nachdem sie mir den Be¬schluß übergeben hatten, sprachen
ausführlich über die Stadt und lenk¬ten meine Aufmerksamkeit
auf euren guten Willen uns gegenüber, der schon seit langem,
des mögt ihr gewiß sein, in meinem Gedächtnis bewahrt ist; denn
ihr seid von Natur fromm gegen die Augusti, wie ich aus vielen
Dingen erkenne, und besonders bemüht ihr euch um mein Haus, was
ich warm erwidere, wofür, um den letzten Punkt zu erwähnen, die
anderen aber beiseite zu lassen, mächtigster Zeuge mein Bruder
Ger¬manicus Cäsar ist, der euch mit persönlichen Worten
angeredet hat. Deshalb nehme ich mit Freuden die mir von euch
erwiesenen Ehren an, obwohl ich solchen Dingen nicht sehr
zugänglich bin. Zuerst erlaube ich euch, meinen Geburtstag als
dies Augustus zu feiern, wie ihr es vorge¬schlagen habt, und
ich stimme der Errichtung von Statuen meiner Per¬son und meiner
Familie an ihren verschiedenen Plätzen zu; denn ich so sehe,
daß ihr sehr gerne auf jede Weise Gedächtnisstätten eurer
Ver¬ehrung für mein Haus erbauen wollt. Von den beiden goldenen
Statuen soll die eine, die die Pax Augusta Claudiana darstellt,
wie mein sehr ge¬schätzter Barbillus vorschlug und mich
drängte, als ich es aus Furcht, sie könnte prahlerisch
erscheinen, abschlagen wollte, der Roma geweiht werden, (Kol.
3) und die andere soll, wie ihr es wünscht, an Namens¬tagen bei
euch in der Prozession getragen werden; und mit ihr soll ein
Thron getragen werden, der mit Schmuck nach eurem Wunsch
versehen sei. Vielleicht wäre es töricht, gleichzeitig solche
großen Ehrerweisungen anzunehmen, aber die Einrichtung eines
claudianischen Stammes zu untersagen und die Anlage von Hainen
nach ägyptischer Art zu ver¬bieten; weshalb ich euch auch diese
Bitte erfülle, und wenn ihr wollt, mögt ihr auch die von
Vitrasius Pollio, meinem Prokurator, geschenkten Reiterstatuen
aufstellen. Was die Errichtung der Statuen mit Vier¬gespannen
betrifft, die ihr am Eingang des Landes für mich aufzustellen
wünscht, erlaube ich, daß eine bei Taposiris, der lybischen
Stadt dieses Namens, eine andere bei Pharus bei Alexandria und
eine dritte beim ägyptischen Pelusium aufgestellt werde; aber
ich billige nicht die Ernennung eines Oberpriesters für mich
und den Bau von Tempeln; denn ich wünsche nicht bei meinen
Zeitgenossen Anstoß zu erregen, und so meine Ansicht ist, daß
Heiligtümer und ähnliches allein ein Vorrecht der Götter sind,
das ihnen zu allen Zeiten gebührt. Was nun die Bitten betrifft,
um deren Erfüllung ihr euch bemüht, ent¬scheide ich
folgendermaßen. Allen denjenigen, die bis zu meinem Prin-zipat
Epheben geworden sind, bestätige ich das Bürgerrecht von
Alexandria mit allen Privilegien und Vorrechten, die die Stadt
genießt, außer denjenigen, die sich, obwohl sie von
Sklavenmüttern abstammen, in die Ephebenschaft bei euch
eingeschlichen haben. Und ebenso ist es mein Wille, daß auch
die anderen Dinge nicht weniger gültig seien, alle, die euch
durch die Gunst meiner Vorgänger im Prinzipat sowie von Königen
und Präfekten vor mir zuteil wurden, wie es auch der göttliche
Augu¬stus bestätigt hat. (Kol. 4) Es ist mein Wille, daß die
Neokoroi des Tempels des göttlichen Augustus in Alexandria
durch das Los gewählt werden sowie auch die des besagten
göttlichen Augustus in Kanopus durch das Los bestimmt werden.
Daß die staatlichen Ämter alle drei Jahre erneuert werden,
scheint mir ein guter Vorschlag; denn aus Furcht, jede
schlechte Amtsführung verantworten zu müssen, werden eure
Magistraten sich während ihrer Amtszeit mit größerer Umsicht
verhalten. Bezüglich des Senats kann ich nicht sagen, wie euer
Brauch unter den alten Königen war, aber ihr seid euch darüber
im klaren, daß ihr unter den früheren Augusti keinen hattet. Da
dieses der erste Be¬ginn eines neuen Planes ist, dessen
Nützlichkeit für die Stadt und für meine Belange nicht
ersichtlich ist, habe ich an Aemilius Rectus ge¬schrieben, daß
er Erkundigungen einziehen und mich benachrichtigen möge, ob
erstens der Senat einzurichten sei, und wenn er es sei, in
welcher Weise dies geschehen solle. Über die Frage, welche
Partei für die Un¬ruhen und Aufstände - oder eher, wenn die
Wahrheit gesagt werden soll, den Krieg - mit den Juden
verantwortlich war, war ich doch nicht ge¬willt, eine strenge
Untersuchung zu veranlassen, obwohl bei der GegenŸberstellung
(mit ihren Gegnern) eure Gesandten und besonders Dionysios, der
Sohn des Theon, mit großem Eifer eure Sache vertraten; je¬doch
hege ich gegen die, die den Konflikt erneuert haben, bei mir
einen unversöhnlichen Zorn; und ich sage euch ein für alle Mal,
daß ich, wenn ihr nicht mit dieser verderblichen und
eigensinnigen Feindschaft gegen einander aufhört, dazu
gezwungen sein werde, euch zu zeigen, wie ein an sich
wohlwollender Fürst sein kann, wenn man ihn zu gerechtem Zorn
reizt. Deshalb beschwöre ich euch jetzt noch einmal, daß ihr,
die Alexandriner, euch einerseits geduldig und freundlich
gegenüber den Juden betragt, die seit langer Zeit in derselben
Stadt gewohnt haben, (Kol. 5) und keinen der von ihnen
befolgten Riten zur Anbetung ihrer »o Götter schändet, sondern
ihnen erlaubt, ihren Gebräuchen wie zu den Zeiten des
göttlichen Augustus nachzugehen, welche ich, nachdem ich beide
Seiten angehört, ebenfalls sanktioniert habe; und andererseits
be¬fehle ich den Juden ausdrücklich, nicht auf mehr Privilegien
als sie früher besaßen, hinzuarbeiten, und in Zukunft keine
besonderen Gesandtschaften mehr auszusenden, als ob sie in
einer anderen Stadt leb¬ten, etwas, was noch nie vorgekommen
ist; und sich nicht mit Gewalt in die Wettspiele der
Gymnasiarchen und die Kosmetien einzudrängen, wo sie doch ihre
eigenen Privilegien besitzen und eine große Menge von Vorteilen
in einer fremden Stadt genießen, und nicht neue Juden
herbeizuziehen oder zuzulassen, die von Syrien oder Ägypten den
Fluß hin¬unterkommen, ein Vorgang, der mich dazu veranlassen
könnte, noch mißtrauischer zu werden; im anderen Falle will ich
sie mit allen Mitteln vertreiben als Erreger einer allgemeinen
Plage für die ganze Welt. Wenn ihr von diesen Dingen ablaßt und
in gegenseitiger Nachsicht und Freundlichkeit miteinander leben
wollt, will ich meinerseits die wohl¬wollendste Sorge für die
Stadt bezeigen, wie sie euch auch von meinen Vorfahren bezeigt
wurde. Ich bezeuge meinem Freund Barbillus die Sorge, mit der
er euch alle Zeit vor mir vertritt, und den sehr großen Eifer,
mit dem er jetzt den Streitfall für euch geführt hat, und
ebenso meinem Freund Tiberius Claudius Archibius. Lebt wohl.
Quelle: Barrett, C. K., Die Umwelt des Neuen Testaments (=WUNT
4) Tübingen 1959, 55-57 Mit freundlicher Genehmigung von C.
Colpe.